20.159 ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι
20.160 Αἰνείας τ’ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς .
20.161 Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει
20.162 νευστάζων κόρυθι βριαρῇ · ἀτὰρ ἀσπίδα θοῦριν
20.163 πρόσθεν ἔχε στέρνοιο , τίνασσε δὲ χάλκεον ἔγχος .
20.164 Πηλεΐδης δ’ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς
20.165 σίντης , ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν
20.166 ἀγρόμενοι πᾶς δῆμος · δὲ πρῶτον μὲν ἀτίζων
20.167 ἔρχεται , ἀλλ’ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν
20.168 δουρὶ βάλῃ ἐάλη τε χανών , περί τ’ ἀφρὸς ὀδόντας
20.169 γίγνεται , ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ ,
20.170 οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν
20.171 μαστίεται , ἑὲ δ’ αὐτὸν ἐποτρύνει μαχέσασθαι ,
20.172 γλαυκιόων δ’ ἰθὺς φέρεται μένει , ἤν τινα πέφνῃ
20.173 ἀνδρῶν , αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ ·
20.174 ὣς Ἀχιλῆ’ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ
20.175 ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο .
20.176 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες ,
20.177 τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς ·
20.178 Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν
20.179 ἔστης ; σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
20.180 ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι
20.181 τιμῆς τῆς Πριάμου ; ἀτὰρ εἴ κεν ἔμ’ ἐξεναρίξῃς ,
20.182 οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει ·
20.183 εἰσὶν γάρ οἱ παῖδες , δ’ ἔμπεδος οὐδ’ ἀεσίφρων .
20.184 νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων
20.185 καλὸν φυταλιῆς καὶ ἀρούρης , ὄφρα νέμηαι
20.186 αἴ κεν ἐμὲ κτείνῃς ; χαλεπῶς δέ σ’ ἔολπα τὸ ῥέξειν .
20.187 ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι .
20.188 οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα