20.128 γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ .
20.129 εἰ δ’ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς
20.130 δείσετ’ ἔπειθ’ , ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ
20.131 ἐν πολέμῳ · χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς .
20.132 τὴν δ’ ἠμείβετ’ ἔπειτα Ποσειδάων ἐνοσίχθων ·
20.133 Ἥρη μὴ χαλέπαινε παρ’ ἐκ νόον · οὐδέ τί σε χρή .
20.134 οὐκ ἂν ἔγωγ’ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι
20.135 ἡμέας τοὺς ἄλλους , ἐπεὶ πολὺ φέρτεροί εἰμεν ·
20.136 ἀλλ’ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες
20.137 ἐκ πάτου ἐς σκοπιήν , πόλεμος δ’ ἄνδρεσσι μελήσει .
20.138 εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης Φοῖβος Ἀπόλλων ,
20.139 Ἀχιλῆ’ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι ,
20.140 αὐτίκ’ ἔπειτα καὶ ἄμμι παρ’ αὐτόθι νεῖκος ὀρεῖται
20.141 φυλόπιδος · μάλα δ’ ὦκα διακρινθέντας ὀΐω
20.142 ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθ’ ὁμήγυριν ἄλλων
20.143 ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας .
20.144 ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
20.145 τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο
20.146 ὑψηλόν , τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη
20.147 ποίεον , ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο ,
20.148 ὁππότε μιν σεύαιτο ἀπ’ ἠϊόνος πεδίον δέ .
20.149 ἔνθα Ποσειδάων κατ’ ἄρ’ ἕζετο καὶ θεοὶ ἄλλοι ,
20.150 ἀμφὶ δ’ ἄρ’ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο ·
20.151 οἳ δ’ ἑτέρωσε καθῖζον ἐπ’ ὀφρύσι Καλλικολώνης
20.152 ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον .
20.153 ὣς οἳ μέν ῥ’ ἑκάτερθε καθήατο μητιόωντες
20.154 βουλάς · ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο
20.155 ὄκνεον ἀμφότεροι , Ζεὺς δ’ ἥμενος ὕψι κέλευε .
20.156 τῶν δ’ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ
20.157 ἀνδρῶν ἠδ’ ἵππων · κάρκαιρε δὲ γαῖα πόδεσσιν
20.158 ὀρνυμένων ἄμυδις . δύο δ’ ἀνέρες ἔξοχ’ ἄριστοι