20.98 αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει .
20.99 καὶ δ’ ἄλλως τοῦ γ’ ἰθὺ βέλος πέτετ’ , οὐδ’ ἀπολήγει
20.100 πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν . εἰ δὲ θεός περ
20.101 ἶσον τείνειεν πολέμου τέλος , οὔ κε μάλα ῥέα
20.102 νικήσει’ , οὐδ’ εἰ παγχάλκεος εὔχεται εἶναι .
20.103 τὸν δ’ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων ·
20.104 ἥρως ἀλλ’ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν
20.105 εὔχεο · καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης
20.106 ἐκγεγάμεν , κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν ·
20.107 μὲν γὰρ Διός ἐσθ’ , δ’ ἐξ ἁλίοιο γέροντος .
20.108 ἀλλ’ ἰθὺς φέρε χαλκὸν ἀτειρέα , μηδέ σε πάμπαν
20.109 λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ .
20.110 ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν ,
20.111 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ .
20.112 οὐδ’ ἔλαθ’ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην
20.113 ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν ·
20.114 δ’ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε ·
20.115 φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη
20.116 ἐν φρεσὶν ὑμετέρῃσιν , ὅπως ἔσται τάδε ἔργα .
20.117 Αἰνείας ὅδ’ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ
20.118 ἀντία Πηλεΐωνος , ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων .
20.119 ἀλλ’ ἄγεθ’ , ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω
20.120 αὐτόθεν , τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ
20.121 παρσταίη , δοίη δὲ κράτος μέγα , μηδέ τι θυμῷ
20.122 δευέσθω , ἵνα εἰδῇ μιν φιλέουσιν ἄριστοι
20.123 ἀθανάτων , οἳ δ’ αὖτ’ ἀνεμώλιοι οἳ τὸ πάρος περ
20.124 Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα .
20.125 πάντες δ’ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες
20.126 τῆσδε μάχης , ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι
20.127 σήμερον · ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα