20.65 σμερδαλέ’ εὐρώεντα , τά τε στυγέουσι θεοί περ ·
20.66 τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων .
20.67 ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος
20.68 ἵστατ’ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα ,
20.69 ἄντα δ’ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη ·
20.70 Ἥρῃ δ’ ἀντέστη χρυσηλάκατος κελαδεινὴ
20.71 Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο ·
20.72 Λητοῖ δ’ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς ,
20.73 ἄντα δ’ ἄρ’ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης ,
20.74 ὃν Ξάνθον καλέουσι θεοί , ἄνδρες δὲ Σκάμανδρον .
20.75 ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν · αὐτὰρ Ἀχιλλεὺς
20.76 Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον
20.77 Πριαμίδεω · τοῦ γάρ ῥα μάλιστά θυμὸς ἀνώγει
20.78 αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν .
20.79 Αἰνείαν δ’ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων
20.80 ἀντία Πηλεΐωνος , ἐνῆκε δέ οἱ μένος ἠΰ ·
20.81 υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν ·
20.82 τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων ·
20.83 Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ
20.84 ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων
20.85 Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν ;
20.86 τὸν δ’ αὖτ’ Αἰνείας ἀπαμειβόμενος προσέειπε ·
20.87 Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις
20.88 ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι ;
20.89 οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντ’ Ἀχιλῆος
20.90 στήσομαι , ἀλλ’ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν
20.91 ἐξ Ἴδης , ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι ,
20.92 πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον · αὐτὰρ ἐμὲ Ζεὺς
20.93 εἰρύσαθ’ , ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα .
20.94 κ’ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης ,
20.95 οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδ’ ἐκέλευεν
20.96 ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν .
20.97 τὼ οὐκ ἔστ’ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι ·