20.32 βὰν δ’ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες ·
20.33 Ἥρη μὲν μετ’ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη
20.34 ἠδὲ Ποσειδάων γαιήοχος ἠδ’ ἐριούνης
20.35 Ἑρμείας , ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται ·
20.36 Ἥφαιστος δ’ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων
20.37 χωλεύων , ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί .
20.38 ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος , αὐτὰρ ἅμ’ αὐτῷ
20.39 Φοῖβος ἀκερσεκόμης ἠδ’ Ἄρτεμις ἰοχέαιρα
20.40 Λητώ τε Ξάνθός τε φιλομειδής τ’ Ἀφροδίτη .
20.41 εἷος μέν ῥ’ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν ,
20.42 τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον , οὕνεκ’ Ἀχιλλεὺς
20.43 ἐξεφάνη , δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς ·
20.44 Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον
20.45 δειδιότας , ὅθ’ ὁρῶντο ποδώκεα Πηλεΐωνα
20.46 τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ .
20.47 αὐτὰρ ἐπεὶ μεθ’ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν ,
20.48 ὦρτο δ’ Ἔρις κρατερὴ λαοσσόος , αὖε δ’ Ἀθήνη
20.49 στᾶσ’ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός ,
20.50 ἄλλοτ’ ἐπ’ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει .
20.51 αὖε δ’ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος
20.52 ὀξὺ κατ’ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων ,
20.53 ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ .
20.54 ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες
20.55 σύμβαλον , ἐν δ’ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν ·
20.56 δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε
20.57 ὑψόθεν · αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε
20.58 γαῖαν ἀπειρεσίην ὀρέων τ’ αἰπεινὰ κάρηνα .
20.59 πάντες δ’ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης
20.60 καὶ κορυφαί , Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν .
20.61 ἔδεισεν δ’ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς ,
20.62 δείσας δ’ ἐκ θρόνου ἆλτο καὶ ἴαχε , μή οἱ ὕπερθε
20.63 γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων ,
20.64 οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη