20.1 ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο
20.2 ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί ,
20.3 Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο ·
20.4 Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι
20.5 κρατὸς ἀπ’ Οὐλύμποιο πολυπτύχου · δ’ ἄρα πάντῃ
20.6 φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι .
20.7 οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφ’ Ὠκεανοῖο ,
20.8 οὔτ’ ἄρα νυμφάων αἵ τ’ ἄλσεα καλὰ νέμονται
20.9 καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα .
20.10 ἐλθόντες δ’ ἐς δῶμα Διὸς νεφεληγερέταο
20.11 ξεστῇς αἰθούσῃσιν ἐνίζανον , ἃς Διὶ πατρὶ
20.12 Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν .
20.13 ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατ’ · οὐδ’ ἐνοσίχθων
20.14 νηκούστησε θεᾶς , ἀλλ’ ἐξ ἁλὸς ἦλθε μετ’ αὐτούς ,
20.15 ἷζε δ’ ἄρ’ ἐν μέσσοισι , Διὸς δ’ ἐξείρετο βουλήν ·
20.16 τίπτ’ αὖτ’ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας ;
20.17 τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις ;
20.18 τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε .
20.19 τὸν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
20.20 ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν
20.21 ὧν ἕνεκα ξυνάγειρα · μέλουσί μοι ὀλλύμενοί περ .
20.22 ἀλλ’ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο
20.23 ἥμενος , ἔνθ’ ὁρόων φρένα τέρψομαι · οἳ δὲ δὴ ἄλλοι
20.24 ἔρχεσθ’ ὄφρ’ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς ,
20.25 ἀμφοτέροισι δ’ ἀρήγεθ’ ὅπῃ νόος ἐστὶν ἑκάστου .
20.26 εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται
20.27 οὐδὲ μίνυνθ’ ἕξουσι ποδώκεα Πηλεΐωνα .
20.28 καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες ·
20.29 νῦν δ’ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς
20.30 δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ .
20.31 ὣς ἔφατο Κρονίδης , πόλεμον δ’ ἀλίαστον ἔγειρε .