19.178 καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω .
19.179 αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω
19.180 πιείρῃ , ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα .
19.181 Ἀτρεΐδη σὺ δ’ ἔπειτα δικαιότερος καὶ ἐπ’ ἄλλῳ
19.182 ἔσσεαι . οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα
19.183 ἄνδρ’ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ .
19.184 τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
19.185 χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας ·
19.186 ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας .
19.187 ταῦτα δ’ ἐγὼν ἐθέλω ὀμόσαι , κέλεται δέ με θυμός ,
19.188 οὐδ’ ἐπιορκήσω πρὸς δαίμονος . αὐτὰρ Ἀχιλλεὺς
19.189 μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος ·
19.190 μίμνετε δ’ ἄλλοι πάντες ἀολλέες , ὄφρά κε δῶρα
19.191 ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν .
19.192 σοὶ δ’ αὐτῷ τόδ’ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω ·
19.193 κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν
19.194 δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν , ὅσσ’ Ἀχιλῆϊ
19.195 χθιζὸν ὑπέστημεν δώσειν , ἀγέμεν τε γυναῖκας .
19.196 Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
19.197 κάπρον ἑτοιμασάτω ταμέειν Διί τ’ Ἠελίῳ τε .
19.198 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
19.199 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
19.200 ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι ,
19.201 ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται
19.202 καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι .
19.203 νῦν δ’ οἳ μὲν κέαται δεδαϊγμένοι , οὓς ἐδάμασσεν
19.204 Ἕκτωρ Πριαμίδης , ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν ,
19.205 ὑμεῖς δ’ ἐς βρωτὺν ὀτρύνετον · τ’ ἂν ἔγωγε
19.206 νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν
19.207 νήστιας ἀκμήνους , ἅμα δ’ ἠελίῳ καταδύντι
19.208 τεύξεσθαι μέγα δόρπον , ἐπὴν τεισαίμεθα λώβην .