19.209 πρὶν δ’ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη
19.210 οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος
19.211 ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ
19.212 κεῖται ἀνὰ πρόθυρον τετραμμένος , ἀμφὶ δ’ ἑταῖροι
19.213 μύρονται · τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν ,
19.214 ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν .
19.215 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
19.216 Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ’ Ἀχαιῶν ,
19.217 κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
19.218 ἔγχει , ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην
19.219 πολλόν , ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα .
19.220 τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν .
19.221 αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν ,
19.222 ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν ,
19.223 ἄμητος δ’ ὀλίγιστος , ἐπὴν κλίνῃσι τάλαντα
19.224 Ζεύς , ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται .
19.225 γαστέρι δ’ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς ·
19.226 λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα
19.227 πίπτουσιν · πότε κέν τις ἀναπνεύσειε πόνοιο ;
19.228 ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι
19.229 νηλέα θυμὸν ἔχοντας ἐπ’ ἤματι δακρύσαντας ·
19.230 ὅσσοι δ’ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται
19.231 μεμνῆσθαι πόσιος καὶ ἐδητύος , ὄφρ’ ἔτι μᾶλλον
19.232 ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ
19.233 ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα . μηδέ τις ἄλλην
19.234 λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω ·
19.235 ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται
19.236 νηυσὶν ἐπ’ Ἀργείων · ἀλλ’ ἀθρόοι ὁρμηθέντες
19.237 Τρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα .
19.238 , καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο
19.239 Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε
19.240 καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον ·