19.148 τ’ ἐχέμεν παρὰ σοί · νῦν δὲ μνησώμεθα χάρμης
19.149 αἶψα μάλ’ · οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ’ ἐόντας
19.150 οὐδὲ διατρίβειν · ἔτι γὰρ μέγα ἔργον ἄρεκτον ·
19.151 ὥς κέ τις αὖτ’ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται
19.152 ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας .
19.153 ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω .
19.154 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
19.155 μὴ δ’ οὕτως , ἀγαθός περ ἐών , θεοείκελ’ Ἀχιλλεῦ
19.156 νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν
19.157 Τρωσὶ μαχησομένους , ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται
19.158 φύλοπις , εὖτ’ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες
19.159 ἀνδρῶν , ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν .
19.160 ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς
19.161 σίτου καὶ οἴνοιο · τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή .
19.162 οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
19.163 ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι ·
19.164 εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν ,
19.165 ἀλλά τε λάθρῃ γυῖα βαρύνεται , ἠδὲ κιχάνει
19.166 δίψά τε καὶ λιμός , βλάβεται δέ τε γούνατ’ ἰόντι .
19.167 ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς
19.168 ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ ,
19.169 θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν , οὐδέ τι γυῖα
19.170 πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο .
19.171 ἀλλ’ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι
19.172 ὅπλεσθαι · τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
19.173 οἰσέτω ἐς μέσσην ἀγορήν , ἵνα πάντες Ἀχαιοὶ
19.174 ὀφθαλμοῖσιν ἴδωσι , σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς .
19.175 ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς
19.176 μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι ·
19.177 θέμις ἐστὶν ἄναξ τ’ ἀνδρῶν τε γυναικῶν ·