19.118 ἐκ δ’ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα ,
19.119 Ἀλκμήνης δ’ ἀπέπαυσε τόκον , σχέθε δ’ Εἰλειθυίας .
19.120 αὐτὴ δ’ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα ·
19.121 Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω ·
19.122 ἤδη ἀνὴρ γέγον’ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει
19.123 Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο
19.124 σὸν γένος · οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν .
19.125 ὣς φάτο , τὸν δ’ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν ·
19.126 αὐτίκα δ’ εἷλ’ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο
19.127 χωόμενος φρεσὶν ᾗσι , καὶ ὤμοσε καρτερὸν ὅρκον
19.128 μή ποτ’ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα
19.129 αὖτις ἐλεύσεσθαι Ἄτην , πάντας ἀᾶται .
19.130 ὣς εἰπὼν ἔρριψεν ἀπ’ οὐρανοῦ ἀστερόεντος
19.131 χειρὶ περιστρέψας · τάχα δ’ ἵκετο ἔργ’ ἀνθρώπων .
19.132 τὴν αἰεὶ στενάχεσχ’ ὅθ’ ἑὸν φίλον υἱὸν ὁρῷτο
19.133 ἔργον ἀεικὲς ἔχοντα ὑπ’ Εὐρυσθῆος ἀέθλων .
19.134 ὣς καὶ ἐγών , ὅτε δ’ αὖτε μέγας κορυθαίολος Ἕκτωρ
19.135 Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν ,
19.136 οὐ δυνάμην λελαθέσθ’ Ἄτης πρῶτον ἀάσθην .
19.137 ἀλλ’ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς ,
19.138 ἂψ ἐθέλω ἀρέσαι , δόμεναί τ’ ἀπερείσι’ ἄποινα ·
19.139 ἀλλ’ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς .
19.140 δῶρα δ’ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν
19.141 χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς .
19.142 εἰ δ’ ἐθέλεις , ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος ,
19.143 δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες
19.144 οἴσουσ’ , ὄφρα ἴδηαι τοι μενοεικέα δώσω .
19.145 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
19.146 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
19.147 δῶρα μὲν αἴ κ’ ἐθέλῃσθα παρασχέμεν , ὡς ἐπιεικές ,