19.29 τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων .
19.30 τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα
19.31 μυίας , αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν ·
19.32 ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν ,
19.33 αἰεὶ τῷ γ’ ἔσται χρὼς ἔμπεδος , καὶ ἀρείων .
19.34 ἀλλὰ σύ γ’ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
19.35 μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν
19.36 αἶψα μάλ’ ἐς πόλεμον θωρήσσεο , δύσεο δ’ ἀλκήν .
19.37 ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε ,
19.38 Πατρόκλῳ δ’ αὖτ’ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν
19.39 στάξε κατὰ ῥινῶν , ἵνα οἱ χρὼς ἔμπεδος εἴη .
19.40 αὐτὰρ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς
19.41 σμερδαλέα ἰάχων , ὦρσεν δ’ ἥρωας Ἀχαιούς .
19.42 καί ῥ’ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον
19.43 οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν
19.44 καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες ,
19.45 καὶ μὴν οἳ τότε γ’ εἰς ἀγορὴν ἴσαν , οὕνεκ’ Ἀχιλλεὺς
19.46 ἐξεφάνη , δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς .
19.47 τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε
19.48 Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς
19.49 ἔγχει ἐρειδομένω · ἔτι γὰρ ἔχον ἕλκεα λυγρά ·
19.50 κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες .
19.51 αὐτὰρ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
19.52 ἕλκος ἔχων · καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ
19.53 οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί .
19.54 αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί ,
19.55 τοῖσι δ’ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
19.56 Ἀτρεΐδη ἄρ τι τόδ’ ἀμφοτέροισιν ἄρειον
19.57 ἔπλετο σοὶ καὶ ἐμοί , τε νῶΐ περ ἀχνυμένω κῆρ
19.58 θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης ;