19.1 Ἠὼς μὲν κροκόπεπλος ἀπ’ Ὠκεανοῖο ῥοάων
19.2 ὄρνυθ’ , ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν ·
19.3 δ’ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα .
19.4 εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν
19.5 κλαίοντα λιγέως · πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖροι
19.6 μύρονθ’ · δ’ ἐν τοῖσι παρίστατο δῖα θεάων ,
19.7 ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε ·
19.8 τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ
19.9 κεῖσθαι , ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη ·
19.10 τύνη δ’ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο
19.11 καλὰ μάλ’ , οἷ’ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν .
19.12 ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχε’ ἔθηκε
19.13 πρόσθεν Ἀχιλλῆος · τὰ δ’ ἀνέβραχε δαίδαλα πάντα .
19.14 Μυρμιδόνας δ’ ἄρα πάντας ἕλε τρόμος , οὐδέ τις ἔτλη
19.15 ἄντην εἰσιδέειν , ἀλλ’ ἔτρεσαν . αὐτὰρ Ἀχιλλεὺς
19.16 ὡς εἶδ’ , ὥς μιν μᾶλλον ἔδυ χόλος , ἐν δέ οἱ ὄσσε
19.17 δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν ·
19.18 τέρπετο δ’ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα .
19.19 αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων
19.20 αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα ·
19.21 μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷ’ ἐπιεικὲς
19.22 ἔργ’ ἔμεν ἀθανάτων , μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι .
19.23 νῦν δ’ ἤτοι μὲν ἐγὼ θωρήξομαι · ἀλλὰ μάλ’ αἰνῶς
19.24 δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν
19.25 μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς
19.26 εὐλὰς ἐγγείνωνται , ἀεικίσσωσι δὲ νεκρόν ,
19.27 ἐκ δ’ αἰὼν πέφαται , κατὰ δὲ χρόα πάντα σαπήῃ .
19.28 τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα ·