19.59 τὴν ὄφελ’ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ
19.60 ἤματι τῷ ὅτ’ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας ·
19.61 τώ κ’ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας
19.62 δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος .
19.63 Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον · αὐτὰρ Ἀχαιοὺς
19.64 δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω .
19.65 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ
19.66 θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ ·
19.67 νῦν δ’ ἤτοι μὲν ἐγὼ παύω χόλον , οὐδέ τί με χρὴ
19.68 ἀσκελέως αἰεὶ μενεαινέμεν · ἀλλ’ ἄγε θᾶσσον
19.69 ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς ,
19.70 ὄφρ’ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν
19.71 αἴ κ’ ἐθέλωσ’ ἐπὶ νηυσὶν ἰαύειν · ἀλλά τιν’ οἴω
19.72 ἀσπασίως αὐτῶν γόνυ κάμψειν , ὅς κε φύγῃσι
19.73 δηΐου ἐκ πολέμοιο ὑπ’ ἔγχεος ἡμετέροιο .
19.74 ὣς ἔφαθ’ , οἳ δ’ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ
19.75 μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος .
19.76 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
19.77 αὐτόθεν ἐξ ἕδρης , οὐδ’ ἐν μέσσοισιν ἀναστάς ·
19.78 φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
19.79 ἑσταότος μὲν καλὸν ἀκούειν , οὐδὲ ἔοικεν
19.80 ὑββάλλειν · χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι .
19.81 ἀνδρῶν δ’ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι
19.82 εἴποι ; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής .
19.83 Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι · αὐτὰρ οἱ ἄλλοι
19.84 σύνθεσθ’ Ἀργεῖοι , μῦθόν τ’ εὖ γνῶτε ἕκαστος .
19.85 πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον
19.86 καί τέ με νεικείεσκον · ἐγὼ δ’ οὐκ αἴτιός εἰμι ,
19.87 ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς ,
19.88 οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην ,
19.89 ἤματι τῷ ὅτ’ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων .