18.91 ζώειν οὐδ’ ἄνδρεσσι μετέμμεναι , αἴ κε μὴ Ἕκτωρ
18.92 πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ ,
18.93 Πατρόκλοιο δ’ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ .
18.94 τὸν δ’ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα ·
18.95 ὠκύμορος δή μοι τέκος ἔσσεαι , οἷ’ ἀγορεύεις ·
18.96 αὐτίκα γάρ τοι ἔπειτα μεθ’ Ἕκτορα πότμος ἑτοῖμος .
18.97 τὴν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
18.98 αὐτίκα τεθναίην , ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἑταίρῳ
18.99 κτεινομένῳ ἐπαμῦναι · μὲν μάλα τηλόθι πάτρης
18.100 ἔφθιτ’ , ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι .
18.101 νῦν δ’ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν ,
18.102 οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδ’ ἑτάροισι
18.103 τοῖς ἄλλοις , οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ ,
18.104 ἀλλ’ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης ,
18.105 τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων
18.106 ἐν πολέμῳ · ἀγορῇ δέ τ’ ἀμείνονές εἰσι καὶ ἄλλοι .
18.107 ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ’ ἀνθρώπων ἀπόλοιτο
18.108 καὶ χόλος , ὅς τ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι ,
18.109 ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
18.110 ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός ·
18.111 ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων .
18.112 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ ,
18.113 θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ ·
18.114 νῦν δ’ εἶμ’ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω
18.115 Ἕκτορα · κῆρα δ’ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
18.116 Ζεὺς ἐθέλῃ τελέσαι ἠδ’ ἀθάνατοι θεοὶ ἄλλοι .
18.117 οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα ,
18.118 ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι ·
18.119 ἀλλά μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης .