18.62 ἄχνυται , οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα .
18.63 ἀλλ’ εἶμ’ , ὄφρα ἴδωμι φίλον τέκος , ἠδ’ ἐπακούσω
18.64 ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα .
18.65 ὣς ἄρα φωνήσασα λίπε σπέος · αἳ δὲ σὺν αὐτῇ
18.66 δακρυόεσσαι ἴσαν , περὶ δέ σφισι κῦμα θαλάσσης
18.67 ῥήγνυτο · ταὶ δ’ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο
18.68 ἀκτὴν εἰσανέβαινον ἐπισχερώ , ἔνθα θαμειαὶ
18.69 Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφ’ Ἀχιλῆα .
18.70 τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ ,
18.71 ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο ,
18.72 καί ῥ’ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα ·
18.73 τέκνον τί κλαίεις ; τί δέ σε φρένας ἵκετο πένθος ;
18.74 ἐξαύδα , μὴ κεῦθε · τὰ μὲν δή τοι τετέλεσται
18.75 ἐκ Διός , ὡς ἄρα δὴ πρίν γ’ εὔχεο χεῖρας ἀνασχὼν
18.76 πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν
18.77 σεῦ ἐπιδευομένους , παθέειν τ’ ἀεκήλια ἔργα .
18.78 τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
18.79 μῆτερ ἐμή , τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν ·
18.80 ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθ’ ἑταῖρος
18.81 Πάτροκλος , τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων
18.82 ἶσον ἐμῇ κεφαλῇ ; τὸν ἀπώλεσα , τεύχεα δ’ Ἕκτωρ
18.83 δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι
18.84 καλά · τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
18.85 ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ .
18.86 αἴθ’ ὄφελες σὺ μὲν αὖθι μετ’ ἀθανάτῃς ἁλίῃσι
18.87 ναίειν , Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν .
18.88 νῦν δ’ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη
18.89 παιδὸς ἀποφθιμένοιο , τὸν οὐχ ὑποδέξεαι αὖτις
18.90 οἴκαδε νοστήσαντ’ , ἐπεὶ οὐδ’ ἐμὲ θυμὸς ἄνωγε