18.120 ὣς καὶ ἐγών , εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται ,
18.121 κείσομ’ ἐπεί κε θάνω · νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην ,
18.122 καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων
18.123 ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων
18.124 δάκρυ’ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην ,
18.125 γνοῖεν δ’ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι ·
18.126 μὴ δέ μ’ ἔρυκε μάχης φιλέουσά περ · οὐδέ με πείσεις .
18.127 τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα ·
18.128 ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι
18.129 τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον .
18.130 ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται
18.131 χάλκεα μαρμαίροντα · τὰ μὲν κορυθαίολος Ἕκτωρ
18.132 αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται · οὐδέ φημι
18.133 δηρὸν ἐπαγλαϊεῖσθαι , ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ .
18.134 ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος
18.135 πρίν γ’ ἐμὲ δεῦρ’ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι ·
18.136 ἠῶθεν γὰρ νεῦμαι ἅμ’ ἠελίῳ ἀνιόντι
18.137 τεύχεα καλὰ φέρουσα παρ’ Ἡφαίστοιο ἄνακτος .
18.138 ὣς ἄρα φωνήσασα πάλιν τράπεθ’ υἷος ἑοῖο ,
18.139 καὶ στρεφθεῖσ’ ἁλίῃσι κασιγνήτῃσι μετηύδα ·
18.140 ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον
18.141 ὀψόμεναί τε γέρονθ’ ἅλιον καὶ δώματα πατρός ,
18.142 καί οἱ πάντ’ ἀγορεύσατ’ · ἐγὼ δ’ ἐς μακρὸν Ὄλυμπον
18.143 εἶμι παρ’ Ἥφαιστον κλυτοτέχνην , αἴ κ’ ἐθέλῃσιν
18.144 υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα .
18.145 ὣς ἔφαθ’ , αἳ δ’ ὑπὸ κῦμα θαλάσσης αὐτίκ’ ἔδυσαν ·
18.146 δ’ αὖτ’ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα
18.147 ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχε’ ἐνείκαι .
18.148 τὴν μὲν ἄρ’ Οὔλυμπον δὲ πόδες φέρον · αὐτὰρ Ἀχαιοὶ
18.149 θεσπεσίῳ ἀλαλητῷ ὑφ’ Ἕκτορος ἀνδροφόνοιο
18.150 φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο .