17.555 εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν ·
17.556 σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος
17.557 ἔσσεται εἴ κ’ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον
17.558 τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν .
17.559 ἀλλ’ ἔχεο κρατερῶς , ὄτρυνε δὲ λαὸν ἅπαντα .
17.560 τὴν δ’ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος ·
17.561 Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές , εἰ γὰρ Ἀθήνη
17.562 δοίη κάρτος ἐμοί , βελέων δ’ ἀπερύκοι ἐρωήν ·
17.563 τώ κεν ἔγωγ’ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν
17.564 Πατρόκλῳ · μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν .
17.565 ἀλλ’ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος , οὐδ’ ἀπολήγει
17.566 χαλκῷ δηϊόων · τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει .
17.567 ὣς φάτο , γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη ,
17.568 ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων .
17.569 ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε ,
17.570 καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν ,
17.571 τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο
17.572 ἰσχανάᾳ δακέειν , λαρόν τέ οἱ αἷμ’ ἀνθρώπου ·
17.573 τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας ,
17.574 βῆ δ’ ἐπὶ Πατρόκλῳ , καὶ ἀκόντισε δουρὶ φαεινῷ .
17.575 ἔσκε δ’ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος
17.576 ἀφνειός τ’ ἀγαθός τε · μάλιστα δέ μιν τίεν Ἕκτωρ
17.577 δήμου , ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής ·
17.578 τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος
17.579 ἀΐξαντα φόβον δέ , διὰ πρὸ δὲ χαλκὸν ἔλασσε ·
17.580 δούπησεν δὲ πεσών · ἀτὰρ Ἀτρεΐδης Μενέλαος
17.581 νεκρὸν ὑπ’ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων .
17.582 Ἕκτορα δ’ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων
17.583 Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος , ὅς οἱ ἁπάντων
17.584 ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων ·