17.523 ὣς ἄρ’ γε προθορὼν πέσεν ὕπτιος · ἐν δέ οἱ ἔγχος
17.524 νηδυίοισι μάλ’ ὀξὺ κραδαινόμενον λύε γυῖα .
17.525 Ἕκτωρ δ’ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ ·
17.526 ἀλλ’ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος ·
17.527 πρόσσω γὰρ κατέκυψε , τὸ δ’ ἐξόπιθεν δόρυ μακρὸν
17.528 οὔδει ἐνισκίμφθη , ἐπὶ δ’ οὐρίαχος πελεμίχθη
17.529 ἔγχεος · ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης .
17.530 καί νύ κε δὴ ξιφέεσσ’ αὐτοσχεδὸν ὁρμηθήτην
17.531 εἰ μή σφω’ Αἴαντε διέκριναν μεμαῶτε ,
17.532 οἵ ῥ’ ἦλθον καθ’ ὅμιλον ἑταίρου κικλήσκοντος ·
17.533 τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις
17.534 Ἕκτωρ Αἰνείας τ’ ἠδὲ Χρομίος θεοειδής ,
17.535 Ἄρητον δὲ κατ’ αὖθι λίπον δεδαϊγμένον ἦτορ
17.536 κείμενον · Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
17.537 τεύχεά τ’ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα ·
17.538 δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος
17.539 κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων .
17.540 ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα
17.541 θῆκ’ , ἂν δ’ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν
17.542 αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς .
17.543 ἂψ δ’ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη
17.544 ἀργαλέη πολύδακρυς , ἔγειρε δὲ νεῖκος Ἀθήνη
17.545 οὐρανόθεν καταβᾶσα · προῆκε γὰρ εὐρύοπα Ζεὺς
17.546 ὀρνύμεναι Δαναούς · δὴ γὰρ νόος ἐτράπετ’ αὐτοῦ .
17.547 ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ
17.548 Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι πολέμοιο
17.549 καὶ χειμῶνος δυσθαλπέος , ὅς ῥά τε ἔργων
17.550 ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί , μῆλα δὲ κήδει ,
17.551 ὣς πορφυρέῃ νεφέλῃ πυκάσασα αὐτὴν
17.552 δύσετ’ Ἀχαιῶν ἔθνος , ἔγειρε δὲ φῶτα ἕκαστον .
17.553 πρῶτον δ’ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα
17.554 ἴφθιμον Μενέλαον · γάρ ῥά οἱ ἐγγύθεν ἦεν ·