17.585 τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων ·
17.586 Ἕκτορ τίς κέ σ’ ἔτ’ ἄλλος Ἀχαιῶν ταρβήσειεν ;
17.587 οἷον δὴ Μενέλαον ὑπέτρεσας , ὃς τὸ πάρος γε
17.588 μαλθακὸς αἰχμητής · νῦν δ’ οἴχεται οἶος ἀείρας
17.589 νεκρὸν ὑπ’ ἐκ Τρώων , σὸν δ’ ἔκτανε πιστὸν ἑταῖρον
17.590 ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος .
17.591 ὣς φάτο , τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα ,
17.592 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ .
17.593 καὶ τότ’ ἄρα Κρονίδης ἕλετ’ αἰγίδα θυσσανόεσσαν
17.594 μαρμαρέην , Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν ,
17.595 ἀστράψας δὲ μάλα μεγάλ’ ἔκτυπε , τὴν δὲ τίναξε ,
17.596 νίκην δὲ Τρώεσσι δίδου , ἐφόβησε δ’ Ἀχαιούς .
17.597 πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο .
17.598 βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ
17.599 ἄκρον ἐπιλίγδην · γράψεν δέ οἱ ὀστέον ἄχρις
17.600 αἰχμὴ Πουλυδάμαντος · γάρ ῥ’ ἔβαλε σχεδὸν ἐλθών .
17.601 Λήϊτον αὖθ’ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρ’ ἐπὶ καρπῷ
17.602 υἱὸν Ἀλεκτρυόνος μεγαθύμου , παῦσε δὲ χάρμης ·
17.603 τρέσσε δὲ παπτήνας , ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ
17.604 ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν .
17.605 Ἕκτορα δ’ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα
17.606 βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν ·
17.607 ἐν καυλῷ δ’ ἐάγη δολιχὸν δόρυ , τοὶ δὲ βόησαν
17.608 Τρῶες · δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο
17.609 δίφρῳ ἐφεσταότος · τοῦ μέν ῥ’ ἀπὸ τυτθὸν ἅμαρτεν ·
17.610 αὐτὰρ Μηριόναο ὀπάονά θ’ ἡνίοχόν τε
17.611 Κοίρανον , ὅς ῥ’ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ’ αὐτῷ ·
17.612 πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας
17.613 ἤλυθε , καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν ,
17.614 εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους ·