17.493 αὔῃσι στερεῇσι · πολὺς δ’ ἐπελήλατο χαλκός .
17.494 τοῖσι δ’ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς
17.495 ἤϊσαν ἀμφότεροι · μάλα δέ σφισιν ἔλπετο θυμὸς
17.496 αὐτώ τε κτενέειν ἐλάαν τ’ ἐριαύχενας ἵππους
17.497 νήπιοι , οὐδ’ ἄρ’ ἔμελλον ἀναιμωτί γε νέεσθαι
17.498 αὖτις ἀπ’ Αὐτομέδοντος . δ’ εὐξάμενος Διὶ πατρὶ
17.499 ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας ·
17.500 αὐτίκα δ’ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον ·
17.501 Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους ,
17.502 ἀλλὰ μάλ’ ἐμπνείοντε μεταφρένῳ · οὐ γὰρ ἔγωγε
17.503 Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω ,
17.504 πρίν γ’ ἐπ’ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω
17.505 νῶϊ κατακτείναντα , φοβῆσαί τε στίχας ἀνδρῶν
17.506 Ἀργείων , κ’ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη .
17.507 ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον ·
17.508 Αἴαντ’ Ἀργείων ἡγήτορε καὶ Μενέλαε
17.509 ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ’ οἵ περ ἄριστοι
17.510 ἀμφ’ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν ,
17.511 νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ ·
17.512 τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα
17.513 Ἕκτωρ Αἰνείας θ’ , οἳ Τρώων εἰσὶν ἄριστοι .
17.514 ἀλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται ·
17.515 ἥσω γὰρ καὶ ἐγώ , τὰ δέ κεν Διὶ πάντα μελήσει .
17.516 ῥα , καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος ,
17.517 καὶ βάλεν Ἀρήτοιο κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην ·
17.518 δ’ οὐκ ἔγχος ἔρυτο , διὰ πρὸ δὲ εἴσατο χαλκός ,
17.519 νειαίρῃ δ’ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν .
17.520 ὡς δ’ ὅτ’ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ
17.521 κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο
17.522 ἶνα τάμῃ διὰ πᾶσαν , δὲ προθορὼν ἐρίπῃσιν ,