17.461 ῥέα μὲν γὰρ φεύγεσκεν ὑπ’ ἐκ Τρώων ὀρυμαγδοῦ ,
17.462 ῥεῖα δ’ ἐπαΐξασκε πολὺν καθ’ ὅμιλον ὀπάζων .
17.463 ἀλλ’ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν ·
17.464 οὐ γάρ πως ἦν οἶον ἐόνθ’ ἱερῷ ἐνὶ δίφρῳ
17.465 ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους .
17.466 ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
17.467 Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο ·
17.468 στῆ δ’ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα ·
17.469 Αὐτόμεδον , τίς τοί νυ θεῶν νηκερδέα βουλὴν
17.470 ἐν στήθεσσιν ἔθηκε , καὶ ἐξέλετο φρένας ἐσθλάς ;
17.471 οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ
17.472 μοῦνος · ἀτάρ τοι ἑταῖρος ἀπέκτατο , τεύχεα δ’ Ἕκτωρ
17.473 αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο .
17.474 τὸν δ’ αὖτ’ Αὐτομέδων προσέφη Διώρεος υἱός ·
17.475 Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος
17.476 ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε ,
17.477 εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος
17.478 ζωὸς ἐών ; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει .
17.479 ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα
17.480 δέξαι , ἐγὼ δ’ ἵππων ἀποβήσομαι , ὄφρα μάχωμαι .
17.481 ὣς ἔφατ’ , Ἀλκιμέδων δὲ βοηθόον ἅρμ’ ἐπορούσας
17.482 καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν ,
17.483 Αὐτομέδων δ’ ἀπόρουσε · νόησε δὲ φαίδιμος Ἕκτωρ ,
17.484 αὐτίκα δ’ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα ·
17.485 Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
17.486 ἵππω τώδ’ ἐνόησα ποδώκεος Αἰακίδαο
17.487 ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι ·
17.488 τώ κεν ἐελποίμην αἱρησέμεν , εἰ σύ γε θυμῷ
17.489 σῷ ἐθέλεις , ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ
17.490 τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ .
17.491 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο .
17.492 τὼ δ’ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους