17.431 πολλὰ δὲ μειλιχίοισι προσηύδα , πολλὰ δ’ ἀρειῇ ·
17.432 τὼ δ’ οὔτ’ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον
17.433 ἠθελέτην ἰέναι οὔτ’ ἐς πόλεμον μετ’ Ἀχαιούς ,
17.434 ἀλλ’ ὥς τε στήλη μένει ἔμπεδον , τ’ ἐπὶ τύμβῳ
17.435 ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός ,
17.436 ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες
17.437 οὔδει ἐνισκίμψαντε καρήατα · δάκρυα δέ σφι
17.438 θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν
17.439 ἡνιόχοιο πόθῳ · θαλερὴ δ’ ἐμιαίνετο χαίτη
17.440 ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν .
17.441 μυρομένω δ’ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων ,
17.442 κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν ·
17.443 δειλώ , τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι
17.444 θνητῷ , ὑμεῖς δ’ ἐστὸν ἀγήρω τ’ ἀθανάτω τε ;
17.445 ἵνα δυστήνοισι μετ’ ἀνδράσιν ἄλγε’ ἔχητον ;
17.446 οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς
17.447 πάντων , ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει .
17.448 ἀλλ’ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν
17.449 Ἕκτωρ Πριαμίδης ἐποχήσεται · οὐ γὰρ ἐάσω .
17.450 οὐχ ἅλις ὡς καὶ τεύχε’ ἔχει καὶ ἐπεύχεται αὔτως ;
17.451 σφῶϊν δ’ ἐν γούνεσσι βαλῶ μένος ἠδ’ ἐνὶ θυμῷ ,
17.452 ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο
17.453 νῆας ἔπι γλαφυράς · ἔτι γάρ σφισι κῦδος ὀρέξω
17.454 κτείνειν , εἰς κε νῆας ἐϋσσέλμους ἀφίκωνται
17.455 δύῃ τ’ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ ·
17.456 ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ .
17.457 τὼ δ’ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε
17.458 ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς .
17.459 τοῖσι δ’ ἐπ’ Αὐτομέδων μάχετ’ ἀχνύμενός περ ἑταίρου
17.460 ἵπποις ἀΐσσων ὥς τ’ αἰγυπιὸς μετὰ χῆνας ·