17.62 βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ τις ἀρίστη ·
17.63 τῆς δ’ ἐξ αὐχέν’ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
17.64 πρῶτον , ἔπειτα δέ θ’ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει
17.65 δῃῶν · ἀμφὶ δὲ τόν γε κύνες τ’ ἄνδρές τε νομῆες
17.66 πολλὰ μάλ’ ἰύζουσιν ἀπόπροθεν οὐδ’ ἐθέλουσιν
17.67 ἀντίον ἐλθέμεναι · μάλα γὰρ χλωρὸν δέος αἱρεῖ ·
17.68 ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα
17.69 ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο .
17.70 ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο
17.71 Ἀτρεΐδης , εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων ,
17.72 ὅς ῥά οἱ Ἕκτορ’ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ
17.73 ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ ·
17.74 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
17.75 Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων
17.76 ἵππους Αἰακίδαο δαΐφρονος · οἳ δ’ ἀλεγεινοὶ
17.77 ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ’ ὀχέεσθαι
17.78 ἄλλῳ γ’ Ἀχιλῆϊ , τὸν ἀθανάτη τέκε μήτηρ .
17.79 τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς
17.80 Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε
17.81 Πανθοΐδην Εὔφορβον , ἔπαυσε δὲ θούριδος ἀλκῆς .
17.82 ὣς εἰπὼν μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν ,
17.83 Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας ·
17.84 πάπτηνεν δ’ ἄρ’ ἔπειτα κατὰ στίχας , αὐτίκα δ’ ἔγνω
17.85 τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα , τὸν δ’ ἐπὶ γαίῃ
17.86 κείμενον · ἔρρει δ’ αἷμα κατ’ οὐταμένην ὠτειλήν .
17.87 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
17.88 ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο
17.89 ἀσβέστῳ · οὐδ’ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας ·
17.90 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
17.91 μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ