17.32 πρίν τι κακὸν παθέειν · ῥεχθὲν δέ τε νήπιος ἔγνω .
17.33 ὣς φάτο , τὸν δ’ οὐ πεῖθεν · ἀμειβόμενος δὲ προσηύδα ·
17.34 νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς μάλα τείσεις
17.35 γνωτὸν ἐμὸν τὸν ἔπεφνες , ἐπευχόμενος δ’ ἀγορεύεις ,
17.36 χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο ,
17.37 ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας .
17.38 κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην
17.39 εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε’ ἐνείκας
17.40 Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ .
17.41 ἀλλ’ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται
17.42 οὐδ’ ἔτ’ ἀδήριτος ἤτ’ ἀλκῆς ἤτε φόβοιο .
17.43 ὣς εἰπὼν οὔτησε κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην ·
17.44 οὐδ’ ἔρρηξεν χαλκός , ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
17.45 ἀσπίδ’ ἐνὶ κρατερῇ · δὲ δεύτερος ὄρνυτο χαλκῷ
17.46 Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί ·
17.47 ἂψ δ’ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα
17.48 νύξ’ , ἐπὶ δ’ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας ·
17.49 ἀντικρὺ δ’ ἁπαλοῖο δι’ αὐχένος ἤλυθ’ ἀκωκή ,
17.50 δούπησεν δὲ πεσών , ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ .
17.51 αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι
17.52 πλοχμοί θ’ , οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο .
17.53 οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης
17.54 χώρῳ ἐν οἰοπόλῳ , ὅθ’ ἅλις ἀναβέβροχεν ὕδωρ ,
17.55 καλὸν τηλεθάον · τὸ δέ τε πνοιαὶ δονέουσι
17.56 παντοίων ἀνέμων , καί τε βρύει ἄνθεϊ λευκῷ ·
17.57 ἐλθὼν δ’ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ
17.58 βόθρου τ’ ἐξέστρεψε καὶ ἐξετάνυσσ’ ἐπὶ γαίῃ ·
17.59 τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον
17.60 Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχε’ ἐσύλα .
17.61 ὡς δ’ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς