17.1 οὐδ’ ἔλαθ’ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον
17.2 Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι .
17.3 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ ,
17.4 ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖν’ ὥς τις περὶ πόρτακι μήτηρ
17.5 πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο ·
17.6 ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος .
17.7 πρόσθε δέ οἱ δόρυ τ’ ἔσχε καὶ ἀσπίδα πάντοσ’ ἐΐσην ,
17.8 τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ’ ἀντίος ἔλθοι .
17.9 οὐδ’ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε
17.10 Πατρόκλοιο πεσόντος ἀμύμονος · ἄγχι δ’ ἄρ’ αὐτοῦ
17.11 ἔστη , καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον ·
17.12 Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν
17.13 χάζεο , λεῖπε δὲ νεκρόν , ἔα δ’ ἔναρα βροτόεντα ·
17.14 οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τ’ ἐπικούρων
17.15 Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην ·
17.16 τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι ,
17.17 μή σε βάλω , ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι .
17.18 τὸν δὲ μέγ’ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος ·
17.19 Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι .
17.20 οὔτ’ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος
17.21 οὔτε συὸς κάπρου ὀλοόφρονος , οὗ τε μέγιστος
17.22 θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει ,
17.23 ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν .
17.24 οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο
17.25 ἧς ἥβης ἀπόνηθ’ , ὅτε μ’ ὤνατο καί μ’ ὑπέμεινε
17.26 καί μ’ ἔφατ’ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν
17.27 ἔμμεναι · οὐδέ φημι πόδεσσί γε οἷσι κιόντα
17.28 εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας .
17.29 ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα
17.30 στήῃς · ἀλλά σ’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω
17.31 ἐς πληθὺν ἰέναι , μηδ’ ἀντίος ἵστασ’ ἐμεῖο