16.830 Πάτροκλ’ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν ,
16.831 Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
16.832 ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν
16.833 νήπιε · τάων δὲ πρόσθ’ Ἕκτορος ὠκέες ἵπποι
16.834 ποσσὶν ὀρωρέχαται πολεμίζειν · ἔγχεϊ δ’ αὐτὸς
16.835 Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω , σφιν ἀμύνω
16.836 ἦμαρ ἀναγκαῖον · σὲ δέ τ’ ἐνθάδε γῦπες ἔδονται .
16.837 δείλ’ , οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς ,
16.838 ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ’ ἰόντι ·
16.839 μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε
16.840 νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο
16.841 αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι .
16.842 ὥς πού σε προσέφη , σοὶ δὲ φρένας ἄφρονι πεῖθε .
16.843 τὸν δ’ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ ·
16.844 ἤδη νῦν Ἕκτορ μεγάλ’ εὔχεο · σοὶ γὰρ ἔδωκε
16.845 νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων , οἵ με δάμασσαν
16.846 ῥηιδίως · αὐτοὶ γὰρ ἀπ’ ὤμων τεύχε’ ἕλοντο .
16.847 τοιοῦτοι δ’ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν ,
16.848 πάντές κ’ αὐτόθ’ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες .
16.849 ἀλλά με μοῖρ’ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός ,
16.850 ἀνδρῶν δ’ Εὔφορβος · σὺ δέ με τρίτος ἐξεναρίζεις .
16.851 ἄλλο δέ τοι ἐρέω , σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·
16.852 οὔ θην οὐδ’ αὐτὸς δηρὸν βέῃ , ἀλλά τοι ἤδη
16.853 ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ
16.854 χερσὶ δαμέντ’ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο .
16.855 ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε ·
16.856 ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
16.857 ὃν πότμον γοόωσα λιποῦσ’ ἀνδροτῆτα καὶ ἥβην .
16.858 τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ ·
16.859 Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον ;