16.800 κεφαλῇ φορέειν , σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος .
16.801 πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος
16.802 βριθὺ μέγα στιβαρὸν κεκορυθμένον · αὐτὰρ ἀπ’ ὤμων
16.803 ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα .
16.804 λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων .
16.805 τὸν δ’ ἄτη φρένας εἷλε , λύθεν δ’ ὑπὸ φαίδιμα γυῖα ,
16.806 στῆ δὲ ταφών · ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ
16.807 ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ
16.808 Πανθοΐδης Εὔφορβος , ὃς ἡλικίην ἐκέκαστο
16.809 ἔγχεΐ θ’ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι ·
16.810 καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφ’ ἵππων
16.811 πρῶτ’ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο ·
16.812 ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ
16.813 οὐδὲ δάμασσ’ · μὲν αὖτις ἀνέδραμε , μίκτο δ’ ὁμίλῳ ,
16.814 ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον , οὐδ’ ὑπέμεινε
16.815 Πάτροκλον γυμνόν περ ἐόντ’ ἐν δηϊοτῆτι .
16.816 Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς
16.817 ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων .
16.818 Ἕκτωρ δ’ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον
16.819 ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ ,
16.820 ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας , οὖτα δὲ δουρὶ
16.821 νείατον ἐς κενεῶνα , διὰ πρὸ δὲ χαλκὸν ἔλασσε ·
16.822 δούπησεν δὲ πεσών , μέγα δ’ ἤκαχε λαὸν Ἀχαιῶν ·
16.823 ὡς δ’ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ ,
16.824 τ’ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον
16.825 πίδακος ἀμφ’ ὀλίγης · ἐθέλουσι δὲ πιέμεν ἄμφω ·
16.826 πολλὰ δέ τ’ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν ·
16.827 ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν
16.828 Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα ,
16.829 καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα ·