16.645 τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ ,
16.646 ἀλλὰ κατ’ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ ,
16.647 πολλὰ μάλ’ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων ,
16.648 ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ
16.649 αὐτοῦ ἐπ’ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ
16.650 χαλκῷ δῃώσῃ , ἀπό τ’ ὤμων τεύχε’ ἕληται ,
16.651 ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν .
16.652 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
16.653 ὄφρ’ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος
16.654 ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν
16.655 ὤσαιτο προτὶ ἄστυ , πολέων δ’ ἀπὸ θυμὸν ἕλοιτο .
16.656 Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν ·
16.657 ἐς δίφρον δ’ ἀναβὰς φύγαδ’ ἔτραπε , κέκλετο δ’ ἄλλους
16.658 Τρῶας φευγέμεναι · γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα .
16.659 ἔνθ’ οὐδ’ ἴφθιμοι Λύκιοι μένον , ἀλλὰ φόβηθεν
16.660 πάντες , ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ
16.661 κείμενον ἐν νεκύων ἀγύρει · πολέες γὰρ ἐπ’ αὐτῷ
16.662 κάππεσον , εὖτ’ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων .
16.663 οἳ δ’ ἄρ’ ἀπ’ ὤμοιιν Σαρπηδόνος ἔντε’ ἕλοντο
16.664 χάλκεα μαρμαίροντα , τὰ μὲν κοίλας ἐπὶ νῆας
16.665 δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός .
16.666 καὶ τότ’ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς ·
16.667 εἰ δ’ ἄγε νῦν φίλε Φοῖβε , κελαινεφὲς αἷμα κάθηρον
16.668 ἐλθὼν ἐκ βελέων Σαρπηδόνα , καί μιν ἔπειτα
16.669 πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι
16.670 χρῖσόν τ’ ἀμβροσίῃ , περὶ δ’ ἄμβροτα εἵματα ἕσσον ·
16.671 πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι
16.672 ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν , οἵ ῥά μιν ὦκα
16.673 θήσουσ’ ἐν Λυκίης εὐρείης πίονι δήμῳ ,
16.674 ἔνθά ταρχύσουσι κασίγνητοί τε ἔται τε
16.675 τύμβῳ τε στήλῃ τε · τὸ γὰρ γέρας ἐστὶ θανόντων .