16.617 Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
16.618 ἔγχος ἐμὸν κατέπαυσε διαμπερές , εἴ σ’ ἔβαλόν περ .
16.619 τὸν δ’ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα ·
16.620 Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα
16.621 πάντων ἀνθρώπων σβέσσαι μένος , ὅς κέ σευ ἄντα
16.622 ἔλθῃ ἀμυνόμενος · θνητὸς δέ νυ καὶ σὺ τέτυξαι .
16.623 εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ ,
16.624 αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς
16.625 εὖχος ἐμοὶ δοίης , ψυχὴν δ’ Ἄϊδι κλυτοπώλῳ .
16.626 ὣς φάτο , τὸν δ’ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός ·
16.627 Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις ;
16.628 πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι
16.629 νεκροῦ χωρήσουσι · πάρος τινὰ γαῖα καθέξει .
16.630 ἐν γὰρ χερσὶ τέλος πολέμου , ἐπέων δ’ ἐνὶ βουλῇ ·
16.631 τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν , ἀλλὰ μάχεσθαι .
16.632 ὣς εἰπὼν μὲν ἦρχ’ , δ’ ἅμ’ ἕσπετο ἰσόθεος φώς .
16.633 τῶν δ’ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει
16.634 οὔρεος ἐν βήσσῃς , ἕκαθεν δέ τε γίγνετ’ ἀκουή ,
16.635 ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης
16.636 χαλκοῦ τε ῥινοῦ τε βοῶν τ’ εὐποιητάων ,
16.637 νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν .
16.638 οὐδ’ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον
16.639 ἔγνω , ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν
16.640 ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους .
16.641 οἳ δ’ αἰεὶ περὶ νεκρὸν ὁμίλεον , ὡς ὅτε μυῖαι
16.642 σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας
16.643 ὥρῃ ἐν εἰαρινῇ , ὅτε τε γλάγος ἄγγεα δεύει ·
16.644 ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον , οὐδέ ποτε Ζεὺς