16.676 ὣς ἔφατ’ , οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων .
16.677 βῆ δὲ κατ’ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν ,
16.678 αὐτίκα δ’ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας
16.679 πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι
16.680 χρῖσέν τ’ ἀμβροσίῃ , περὶ δ’ ἄμβροτα εἵματα ἕσσε ·
16.681 πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι ,
16.682 ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν , οἵ ῥά μιν ὦκα
16.683 κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ .
16.684 Πάτροκλος δ’ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας
16.685 Τρῶας καὶ Λυκίους μετεκίαθε , καὶ μέγ’ ἀάσθη
16.686 νήπιος · εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν
16.687 τ’ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο .
16.688 ἀλλ’ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν ·
16.689 ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
16.690 ῥηϊδίως , ὅτε δ’ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι ·
16.691 ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν .
16.692 ἔνθα τίνα πρῶτον τίνα δ’ ὕστατον ἐξενάριξας
16.693 Πατρόκλεις , ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν ;
16.694 Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον
16.695 καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον ,
16.696 αὐτὰρ ἔπειτ’ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην ·
16.697 τοὺς ἕλεν · οἳ δ’ ἄλλοι φύγαδε μνώοντο ἕκαστος .
16.698 ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν
16.699 Πατρόκλου ὑπὸ χερσί , περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν ,
16.700 εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου
16.701 ἔστη τῷ ὀλοὰ φρονέων , Τρώεσσι δ’ ἀρήγων .
16.702 τρὶς μὲν ἐπ’ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο
16.703 Πάτροκλος , τρὶς δ’ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων
16.704 χείρεσσ’ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων .
16.705 ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος ,