16.587 αὐχένα χερμαδίῳ , ῥῆξεν δ’ ἀπὸ τοῖο τένοντας .
16.588 χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ .
16.589 ὅσση δ’ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται ,
16.590 ἥν ῥά τ’ ἀνὴρ ἀφέῃ πειρώμενος ἐν ἀέθλῳ
16.591 ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων ,
16.592 τόσσον ἐχώρησαν Τρῶες , ὤσαντο δ’ Ἀχαιοί .
16.593 Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων
16.594 ἐτράπετ’ , ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον
16.595 Χάλκωνος φίλον υἱόν , ὃς Ἑλλάδι οἰκία ναίων
16.596 ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι .
16.597 τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ
16.598 στρεφθεὶς ἐξαπίνης , ὅτε μιν κατέμαρπτε διώκων ·
16.599 δούπησεν δὲ πεσών · πυκινὸν δ’ ἄχος ἔλλαβ’ Ἀχαιούς ,
16.600 ὡς ἔπεσ’ ἐσθλὸς ἀνήρ · μέγα δὲ Τρῶες κεχάροντο ,
16.601 στὰν δ’ ἀμφ’ αὐτὸν ἰόντες ἀολλέες · οὐδ’ ἄρ’ Ἀχαιοὶ
16.602 ἀλκῆς ἐξελάθοντο , μένος δ’ ἰθὺς φέρον αὐτῶν .
16.603 ἔνθ’ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν
16.604 Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος , ὃς Διὸς ἱρεὺς
16.605 Ἰδαίου ἐτέτυκτο , θεὸς δ’ ὣς τίετο δήμῳ .
16.606 τὸν βάλ’ ὑπὸ γναθμοῖο καὶ οὔατος · ὦκα δὲ θυμὸς
16.607 ᾤχετ’ ἀπὸ μελέων , στυγερὸς δ’ ἄρα μιν σκότος εἷλεν .
16.608 Αἰνείας δ’ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν ·
16.609 ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος .
16.610 ἀλλ’ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος ·
16.611 πρόσσω γὰρ κατέκυψε , τὸ δ’ ἐξόπιθεν δόρυ μακρὸν
16.612 οὔδει ἐνισκίμφθη , ἐπὶ δ’ οὐρίαχος πελεμίχθη
16.613 ἔγχεος · ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης .
16.614 αἰχμὴ δ’ Αἰνείαο κραδαινομένη κατὰ γαίης
16.615 ᾤχετ’ , ἐπεί ῥ’ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν .
16.616 Αἰνείας δ’ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε ·