16.555 Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ ·
16.556 Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω ,
16.557 οἷοί περ πάρος ἦτε μετ’ ἀνδράσιν καὶ ἀρείους .
16.558 κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν
16.559 Σαρπηδών · ἀλλ’ εἴ μιν ἀεικισσαίμεθ’ ἑλόντες ,
16.560 τεύχεά τ’ ὤμοιιν ἀφελοίμεθα , καί τιν’ ἑταίρων
16.561 αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ .
16.562 ὣς ἔφαθ’ , οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον .
16.563 οἳ δ’ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας
16.564 Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί ,
16.565 σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι
16.566 δεινὸν ἀΰσαντες · μέγα δ’ ἔβραχε τεύχεα φωτῶν .
16.567 Ζεὺς δ’ ἐπὶ νύκτ’ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ ,
16.568 ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη .
16.569 ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς ·
16.570 βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν
16.571 υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς ,
16.572 ὅς ῥ’ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε
16.573 τὸ πρίν · ἀτὰρ τότε γ’ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας
16.574 ἐς Πηλῆ’ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν ·
16.575 οἳ δ’ ἅμ’ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι
16.576 Ἴλιον εἰς εὔπωλον , ἵνα Τρώεσσι μάχοιτο .
16.577 τόν ῥα τόθ’ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ
16.578 χερμαδίῳ κεφαλήν · δ’ ἄνδιχα πᾶσα κεάσθη
16.579 ἐν κόρυθι βριαρῇ · δ’ ἄρα πρηνὴς ἐπὶ νεκρῷ
16.580 κάππεσεν , ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής .
16.581 Πατρόκλῳ δ’ ἄρ’ ἄχος γένετο φθιμένου ἑτάροιο ,
16.582 ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς
16.583 ὠκέϊ , ὅς τ’ ἐφόβησε κολοιούς τε ψῆράς τε ·
16.584 ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε
16.585 ἔσσυο καὶ Τρώων , κεχόλωσο δὲ κῆρ ἑτάροιο .
16.586 καί ῥ’ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν