16.524 κοίμησον δ’ ὀδύνας , δὸς δὲ κράτος , ὄφρ’ ἑτάροισι
16.525 κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν ,
16.526 αὐτός τ’ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι .
16.527 ὣς ἔφατ’ εὐχόμενος , τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων .
16.528 αὐτίκα παῦσ’ ὀδύνας ἀπὸ δ’ ἕλκεος ἀργαλέοιο
16.529 αἷμα μέλαν τέρσηνε , μένος δέ οἱ ἔμβαλε θυμῷ .
16.530 Γλαῦκος δ’ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε
16.531 ὅττί οἱ ὦκ’ ἤκουσε μέγας θεὸς εὐξαμένοιο .
16.532 πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας
16.533 πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι ·
16.534 αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων
16.535 Πουλυδάμαντ’ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον ,
16.536 βῆ δὲ μετ’ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν ,
16.537 ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα ·
16.538 Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων ,
16.539 οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης
16.540 θυμὸν ἀποφθινύθουσι · σὺ δ’ οὐκ ἐθέλεις ἐπαμύνειν .
16.541 κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων ,
16.542 ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ·
16.543 τὸν δ’ ὑπὸ Πατρόκλῳ δάμασ’ ἔγχεϊ χάλκεος Ἄρης .
16.544 ἀλλὰ φίλοι πάρστητε , νεμεσσήθητε δὲ θυμῷ ,
16.545 μὴ ἀπὸ τεύχε’ ἕλωνται , ἀεικίσσωσι δὲ νεκρὸν
16.546 Μυρμιδόνες , Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο ,
16.547 τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν .
16.548 ὣς ἔφατο , Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος
16.549 ἄσχετον , οὐκ ἐπιεικτόν , ἐπεί σφισιν ἕρμα πόληος
16.550 ἔσκε καὶ ἀλλοδαπός περ ἐών · πολέες γὰρ ἅμ’ αὐτῷ
16.551 λαοὶ ἕποντ’ , ἐν δ’ αὐτὸς ἀριστεύεσκε μάχεσθαι ·
16.552 βὰν δ’ ἰθὺς Δαναῶν λελιημένοι · ἦρχε δ’ ἄρά σφιν
16.553 Ἕκτωρ χωόμενος Σαρπηδόνος . αὐτὰρ Ἀχαιοὺς
16.554 ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ ·