16.495 πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας
16.496 πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι ·
16.497 αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ .
16.498 σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος
16.499 ἔσσομαι ἤματα πάντα διαμπερές , εἴ κέ μ’ Ἀχαιοὶ
16.500 τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα .
16.501 ἀλλ’ ἔχεο κρατερῶς , ὄτρυνε δὲ λαὸν ἅπαντα .
16.502 ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν
16.503 ὀφθαλμοὺς ῥῖνάς θ’ · δὲ λὰξ ἐν στήθεσι βαίνων
16.504 ἐκ χροὸς ἕλκε δόρυ , προτὶ δὲ φρένες αὐτῷ ἕποντο ·
16.505 τοῖο δ’ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσ’ αἰχμήν .
16.506 Μυρμιδόνες δ’ αὐτοῦ σχέθον ἵππους φυσιόωντας
16.507 ἱεμένους φοβέεσθαι , ἐπεὶ λίπον ἅρματ’ ἀνάκτων .
16.508 Γλαύκῳ δ’ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι ·
16.509 ὠρίνθη δέ οἱ ἦτορ τ’ οὐ δύνατο προσαμῦναι .
16.510 χειρὶ δ’ ἑλὼν ἐπίεζε βραχίονα · τεῖρε γὰρ αὐτὸν
16.511 ἕλκος , δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ
16.512 τείχεος ὑψηλοῖο , ἀρὴν ἑτάροισιν ἀμύνων .
16.513 εὐχόμενος δ’ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι ·
16.514 κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ
16.515 εἲς ἐνὶ Τροίῃ · δύνασαι δὲ σὺ πάντοσ’ ἀκούειν
16.516 ἀνέρι κηδομένῳ , ὡς νῦν ἐμὲ κῆδος ἱκάνει .
16.517 ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν , ἀμφὶ δέ μοι χεὶρ
16.518 ὀξείῃς ὀδύνῃσιν ἐλήλαται , οὐδέ μοι αἷμα
16.519 τερσῆναι δύναται , βαρύθει δέ μοι ὦμος ὑπ’ αὐτοῦ ·
16.520 ἔγχος δ’ οὐ δύναμαι σχεῖν ἔμπεδον , οὐδὲ μάχεσθαι
16.521 ἐλθὼν δυσμενέεσσιν . ἀνὴρ δ’ ὤριστος ὄλωλε
16.522 Σαρπηδὼν Διὸς υἱός · δ’ οὐ οὗ παιδὸς ἀμύνει .
16.523 ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι ,