16.465 τὸν βάλε νείαιραν κατὰ γαστέρα , λῦσε δὲ γυῖα .
16.466 Σαρπηδὼν δ’ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ
16.467 δεύτερον ὁρμηθείς , δὲ Πήδασον οὔτασεν ἵππον
16.468 ἔγχεϊ δεξιὸν ὦμον · δ’ ἔβραχε θυμὸν ἀΐσθων ,
16.469 κὰδ δ’ ἔπεσ’ ἐν κονίῃσι μακών , ἀπὸ δ’ ἔπτατο θυμός .
16.470 τὼ δὲ διαστήτην , κρίκε δὲ ζυγόν , ἡνία δέ σφι
16.471 σύγχυτ’ , ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι .
16.472 τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ ·
16.473 σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
16.474 ἀΐξας ἀπέκοψε παρήορον οὐδ’ ἐμάτησε ·
16.475 τὼ δ’ ἰθυνθήτην , ἐν δὲ ῥυτῆρσι τάνυσθεν ·
16.476 τὼ δ’ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο .
16.477 ἔνθ’ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ ,
16.478 Πατρόκλου δ’ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ’ ἀκωκὴ
16.479 ἔγχεος , οὐδ’ ἔβαλ’ αὐτόν · δ’ ὕστερος ὄρνυτο χαλκῷ
16.480 Πάτροκλος · τοῦ δ’ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός ,
16.481 ἀλλ’ ἔβαλ’ ἔνθ’ ἄρα τε φρένες ἔρχαται ἀμφ’ ἁδινὸν κῆρ .
16.482 ἤριπε δ’ ὡς ὅτε τις δρῦς ἤριπεν ἀχερωῒς
16.483 ἠὲ πίτυς βλωθρή , τήν τ’ οὔρεσι τέκτονες ἄνδρες
16.484 ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι ·
16.485 ὣς πρόσθ’ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
16.486 βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης .
16.487 ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν
16.488 αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι ,
16.489 ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος ,
16.490 ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων
16.491 κτεινόμενος μενέαινε , φίλον δ’ ὀνόμηνεν ἑταῖρον ·
16.492 Γλαῦκε πέπον πολεμιστὰ μετ’ ἀνδράσι νῦν σε μάλα χρὴ
16.493 αἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν ·
16.494 νῦν τοι ἐελδέσθω πόλεμος κακός , εἰ θοός ἐσσι .