16.434 μοῖρ’ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι .
16.435 διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι ,
16.436 μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης
16.437 θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ ,
16.438 ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω .
16.439 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη ·
16.440 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες .
16.441 ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
16.442 ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι ;
16.443 ἔρδ’ · ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι .
16.444 ἄλλο δέ τοι ἐρέω , σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·
16.445 αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ ,
16.446 φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος
16.447 πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης ·
16.448 πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται
16.449 υἱέες ἀθανάτων , τοῖσιν κότον αἰνὸν ἐνήσεις .
16.450 ἀλλ’ εἴ τοι φίλος ἐστί , τεὸν δ’ ὀλοφύρεται ἦτορ ,
16.451 ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ
16.452 χέρσ’ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι ·
16.453 αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών ,
16.454 πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον
16.455 εἰς κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται ,
16.456 ἔνθά ταρχύσουσι κασίγνητοί τε ἔται τε
16.457 τύμβῳ τε στήλῃ τε · τὸ γὰρ γέρας ἐστὶ θανόντων .
16.458 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε ·
16.459 αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε
16.460 παῖδα φίλον τιμῶν , τόν οἱ Πάτροκλος ἔμελλε
16.461 φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης .
16.462 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες ,
16.463 ἔνθ’ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον ,
16.464 ὅς ῥ’ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος ,