16.404 ἡνία ἠΐχθησαν · δ’ ἔγχεϊ νύξε παραστὰς
16.405 γναθμὸν δεξιτερόν , διὰ δ’ αὐτοῦ πεῖρεν ὀδόντων ,
16.406 ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος , ὡς ὅτε τις φὼς
16.407 πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν
16.408 ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ ·
16.409 ὣς ἕλκ’ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ ,
16.410 κὰδ δ’ ἄρ’ ἐπὶ στόμ’ ἔωσε · πεσόντα δέ μιν λίπε θυμός .
16.411 αὐτὰρ ἔπειτ’ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ
16.412 μέσσην κὰκ κεφαλήν · δ’ ἄνδιχα πᾶσα κεάσθη
16.413 ἐν κόρυθι βριαρῇ · δ’ ἄρα πρηνὴς ἐπὶ γαίῃ
16.414 κάππεσεν , ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής .
16.415 αὐτὰρ ἔπειτ’ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην
16.416 Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε
16.417 Ἰφέα τ’ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον
16.418 πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ .
16.419 Σαρπηδὼν δ’ ὡς οὖν ἴδ’ ἀμιτροχίτωνας ἑταίρους
16.420 χέρσ’ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας ,
16.421 κέκλετ’ ἄρ’ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν ·
16.422 αἰδὼς Λύκιοι · πόσε φεύγετε ; νῦν θοοὶ ἔστε .
16.423 ἀντήσω γὰρ ἐγὼ τοῦδ’ ἀνέρος , ὄφρα δαείω
16.424 ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
16.425 Τρῶας , ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ’ ἔλυσεν .
16.426 ῥα , καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε .
16.427 Πάτροκλος δ’ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου .
16.428 οἳ δ’ ὥς τ’ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι
16.429 πέτρῃ ἐφ’ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται ,
16.430 ὣς οἳ κεκλήγοντες ἐπ’ ἀλλήλοισιν ὄρουσαν .
16.431 τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω ,
16.432 Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε ·
16.433 μοι ἐγών , τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν