16.221 βῆ ῥ’ ἴμεν ἐς κλισίην , χηλοῦ δ’ ἀπὸ πῶμ’ ἀνέῳγε
16.222 καλῆς δαιδαλέης , τήν οἱ Θέτις ἀργυρόπεζα
16.223 θῆκ’ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων
16.224 χλαινάων τ’ ἀνεμοσκεπέων οὔλων τε ταπήτων .
16.225 ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον , οὐδέ τις ἄλλος
16.226 οὔτ’ ἀνδρῶν πίνεσκεν ἀπ’ αὐτοῦ αἴθοπα οἶνον ,
16.227 οὔτέ τεῳ σπένδεσκε θεῶν , ὅτε μὴ Διὶ πατρί .
16.228 τό ῥα τότ’ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ
16.229 πρῶτον , ἔπειτα δ’ ἔνιψ’ ὕδατος καλῇσι ῥοῇσι ,
16.230 νίψατο δ’ αὐτὸς χεῖρας , ἀφύσσατο δ’ αἴθοπα οἶνον .
16.231 εὔχετ’ ἔπειτα στὰς μέσῳ ἕρκεϊ , λεῖβε δὲ οἶνον
16.232 οὐρανὸν εἰσανιδών · Δία δ’ οὐ λάθε τερπικέραυνον ·
16.233 Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων
16.234 Δωδώνης μεδέων δυσχειμέρου , ἀμφὶ δὲ Σελλοὶ
16.235 σοὶ ναίουσ’ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι ,
16.236 ἠμὲν δή ποτ’ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο ,
16.237 τίμησας μὲν ἐμέ , μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν ,
16.238 ἠδ’ ἔτι καὶ νῦν μοι τόδ’ ἐπικρήηνον ἐέλδωρ ·
16.239 αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι ,
16.240 ἀλλ’ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι
16.241 μάρνασθαι · τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ ,
16.242 θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν , ὄφρα καὶ Ἕκτωρ
16.243 εἴσεται ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν
16.244 ἡμέτερος θεράπων , οἱ τότε χεῖρες ἄαπτοι
16.245 μαίνονθ’ , ὁππότ’ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος .
16.246 αὐτὰρ ἐπεί κ’ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται ,
16.247 ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο
16.248 τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν .
16.249 ὣς ἔφατ’ εὐχόμενος , τοῦ δ’ ἔκλυε μητίετα Ζεύς .