16.190 ἠγάγετο πρὸς δώματ’ , ἐπεὶ πόρε μυρία ἕδνα ,
16.191 τὸν δ’ γέρων Φύλας εὖ ἔτρεφεν ἠδ’ ἀτίταλλεν
16.192 ἀμφαγαπαζόμενος ὡς εἴ θ’ ἑὸν υἱὸν ἐόντα .
16.193 τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε
16.194 Μαιμαλίδης , ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν
16.195 ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον .
16.196 τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ ,
16.197 πέμπτης δ’ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων .
16.198 αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμ’ ἡγεμόνεσσιν Ἀχιλλεὺς
16.199 στῆσεν ἐῢ κρίνας , κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε ·
16.200 Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω ,
16.201 ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι
16.202 πάνθ’ ὑπὸ μηνιθμόν , καί μ’ ᾐτιάασθε ἕκαστος ·
16.203 σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σ’ ἔτρεφε μήτηρ ,
16.204 νηλεές , ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους ·
16.205 οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν
16.206 αὖτις , ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ .
16.207 ταῦτά μ’ ἀγειρόμενοι θάμ’ ἐβάζετε · νῦν δὲ πέφανται
16.208 φυλόπιδος μέγα ἔργον , ἕης τὸ πρίν γ’ ἐράασθε .
16.209 ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω .
16.210 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου .
16.211 μᾶλλον δὲ στίχες ἄρθεν , ἐπεὶ βασιλῆος ἄκουσαν .
16.212 ὡς δ’ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι
16.213 δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων ,
16.214 ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι .
16.215 ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε , κόρυς κόρυν , ἀνέρα δ’ ἀνήρ ·
16.216 ψαῦον δ’ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
16.217 νευόντων , ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι .
16.218 πάντων δὲ προπάροιθε δύ’ ἀνέρε θωρήσσοντο
16.219 Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες
16.220 πρόσθεν Μυρμιδόνων πολεμιζέμεν . αὐτὰρ Ἀχιλλεὺς