16.250 τῷ δ’ ἕτερον μὲν ἔδωκε πατήρ , ἕτερον δ’ ἀνένευσε ·
16.251 νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε
16.252 δῶκε , σόον δ’ ἀνένευσε μάχης ἐξαπονέεσθαι .
16.253 ἤτοι μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ
16.254 ἂψ κλισίην εἰσῆλθε , δέπας δ’ ἀπέθηκ’ ἐνὶ χηλῷ ,
16.255 στῆ δὲ πάροιθ’ ἐλθὼν κλισίης , ἔτι δ’ ἤθελε θυμῷ
16.256 εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν .
16.257 οἳ δ’ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες
16.258 ἔστιχον , ὄφρ’ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν .
16.259 αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο
16.260 εἰνοδίοις , οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες
16.261 αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκί’ ἔχοντας
16.262 νηπίαχοι · ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι .
16.263 τοὺς δ’ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης
16.264 κινήσῃ ἀέκων , οἳ δ’ ἄλκιμον ἦτορ ἔχοντες
16.265 πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι .
16.266 τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες
16.267 ἐκ νηῶν ἐχέοντο · βοὴ δ’ ἄσβεστος ὀρώρει .
16.268 Πάτροκλος δ’ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας ·
16.269 Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος
16.270 ἀνέρες ἔστε φίλοι , μνήσασθε δὲ θούριδος ἀλκῆς ,
16.271 ὡς ἂν Πηλεΐδην τιμήσομεν , ὃς μέγ’ ἄριστος
16.272 Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες ,
16.273 γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
16.274 ἣν ἄτην , τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν .
16.275 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου ,
16.276 ἐν δ’ ἔπεσον Τρώεσσιν ἀολλέες · ἀμφὶ δὲ νῆες
16.277 σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’ Ἀχαιῶν .
16.278 Τρῶες δ’ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν
16.279 αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας ,
16.280 πᾶσιν ὀρίνθη θυμός , ἐκίνηθεν δὲ φάλαγγες
16.281 ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα