16.155 Μυρμιδόνας δ’ ἄρ’ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς
16.156 πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν · οἳ δὲ λύκοι ὣς
16.157 ὠμοφάγοι , τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή ,
16.158 οἵ τ’ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες
16.159 δάπτουσιν · πᾶσιν δὲ παρήϊον αἵματι φοινόν ·
16.160 καί τ’ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου
16.161 λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ
16.162 ἄκρον ἐρευγόμενοι φόνον αἵματος · ἐν δέ τε θυμὸς
16.163 στήθεσιν ἄτρομός ἐστι , περιστένεται δέ τε γαστήρ ·
16.164 τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες
16.165 ἀμφ’ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο
16.166 ῥώοντ’ · ἐν δ’ ἄρα τοῖσιν ἀρήϊος ἵστατ’ Ἀχιλλεύς ,
16.167 ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας .
16.168 πεντήκοντ’ ἦσαν νῆες θοαί , ᾗσιν Ἀχιλλεὺς
16.169 ἐς Τροίην ἡγεῖτο Διῒ φίλος · ἐν δὲ ἑκάστῃ
16.170 πεντήκοντ’ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι ·
16.171 πέντε δ’ ἄρ’ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει
16.172 σημαίνειν · αὐτὸς δὲ μέγα κρατέων ἤνασσε .
16.173 τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ
16.174 υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο ·
16.175 ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη
16.176 Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα ,
16.177 αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι ,
16.178 ὅς ῥ’ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα .
16.179 τῆς δ’ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε
16.180 παρθένιος , τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη
16.181 Φύλαντος θυγάτηρ · τῆς δὲ κρατὺς ἀργεϊφόντης
16.182 ἠράσατ’ , ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν
16.183 ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς .
16.184 αὐτίκα δ’ εἰς ὑπερῷ’ ἀναβὰς παρελέξατο λάθρῃ
16.185 Ἑρμείας ἀκάκητα , πόρεν δέ οἱ ἀγλαὸν υἱὸν
16.186 Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν .
16.187 αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια
16.188 ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς ,
16.189 τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο