16.123 νηῒ θοῇ · τῆς δ’ αἶψα κατ’ ἀσβέστη κέχυτο φλόξ .
16.124 ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν · αὐτὰρ Ἀχιλλεὺς
16.125 μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν ·
16.126 ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε ·
16.127 λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν ·
16.128 μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται ·
16.129 δύσεο τεύχεα θᾶσσον , ἐγὼ δέ κε λαὸν ἀγείρω .
16.130 ὣς φάτο , Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ .
16.131 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
16.132 καλάς , ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας ·
16.133 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
16.134 ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο .
16.135 ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
16.136 χάλκεον , αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε ·
16.137 κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
16.138 ἵππουριν · δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν .
16.139 εἵλετο δ’ ἄλκιμα δοῦρε , τά οἱ παλάμηφιν ἀρήρει .
16.140 ἔγχος δ’ οὐχ ἕλετ’ οἶον ἀμύμονος Αἰακίδαο
16.141 βριθὺ μέγα στιβαρόν · τὸ μὲν οὐ δύνατ’ ἄλλος Ἀχαιῶν
16.142 πάλλειν , ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς
16.143 Πηλιάδα μελίην , τὴν πατρὶ φίλῳ πόρε Χείρων
16.144 Πηλίου ἐκ κορυφῆς , φόνον ἔμμεναι ἡρώεσσιν .
16.145 ἵππους δ’ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε ,
16.146 τὸν μετ’ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα ,
16.147 πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν .
16.148 τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους
16.149 Ξάνθον καὶ Βαλίον , τὼ ἅμα πνοιῇσι πετέσθην ,
16.150 τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη
16.151 βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο .
16.152 ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει ,
16.153 τόν ῥά ποτ’ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγ’ Ἀχιλλεύς ,
16.154 ὃς καὶ θνητὸς ἐὼν ἕπεθ’ ἵπποις ἀθανάτοισι .