16.94 ἐμβήῃ · μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων ·
16.95 ἀλλὰ πάλιν τρωπᾶσθαι , ἐπὴν φάος ἐν νήεσσι
16.96 θήῃς , τοὺς δ’ ἔτ’ ἐᾶν πεδίον κάτα δηριάασθαι .
16.97 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
16.98 μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι ,
16.99 μήτέ τις Ἀργείων , νῶϊν δ’ ἐκδῦμεν ὄλεθρον ,
16.100 ὄφρ’ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν .
16.101 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ,
16.102 Αἴας δ’ οὐκ ἔτ’ ἔμιμνε · βιάζετο γὰρ βελέεσσι ·
16.103 δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ
16.104 βάλλοντες · δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ
16.105 πήληξ βαλλομένη καναχὴν ἔχε , βάλλετο δ’ αἰεὶ
16.106 κὰπ φάλαρ’ εὐποίηθ’ · δ’ ἀριστερὸν ὦμον ἔκαμνεν
16.107 ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον · οὐδὲ δύναντο
16.108 ἀμφ’ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν .
16.109 αἰεὶ δ’ ἀργαλέῳ ἔχετ’ ἄσθματι , κὰδ δέ οἱ ἱδρὼς
16.110 πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν , οὐδέ πῃ εἶχεν
16.111 ἀμπνεῦσαι · πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο .
16.112 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι ,
16.113 ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν .
16.114 Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς
16.115 πλῆξ’ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν ,
16.116 ἀντικρὺ δ’ ἀπάραξε · τὸ μὲν Τελαμώνιος Αἴας
16.117 πῆλ’ αὔτως ἐν χειρὶ κόλον δόρυ , τῆλε δ’ ἀπ’ αὐτοῦ
16.118 αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα .
16.119 γνῶ δ’ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε
16.120 ἔργα θεῶν , ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε
16.121 Ζεὺς ὑψιβρεμέτης , Τρώεσσι δὲ βούλετο νίκην ·
16.122 χάζετο δ’ ἐκ βελέων . τοὶ δ’ ἔμβαλον ἀκάματον πῦρ