16.61 ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν · ἤτοι ἔφην γε
16.62 οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν , ἀλλ’ ὁπότ’ ἂν δὴ
16.63 νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε .
16.64 τύνη δ’ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι ,
16.65 ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι ,
16.66 εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε
16.67 νηυσὶν ἐπικρατέως , οἳ δὲ ῥηγμῖνι θαλάσσης
16.68 κεκλίαται , χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες
16.69 Ἀργεῖοι , Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε
16.70 θάρσυνος · οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον
16.71 ἐγγύθι λαμπομένης · τάχα κεν φεύγοντες ἐναύλους
16.72 πλήσειαν νεκύων , εἴ μοι κρείων Ἀγαμέμνων
16.73 ἤπια εἰδείη · νῦν δὲ στρατὸν ἀμφιμάχονται .
16.74 οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι
16.75 μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι ·
16.76 οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος
16.77 ἐχθρῆς ἐκ κεφαλῆς · ἀλλ’ Ἕκτορος ἀνδροφόνοιο
16.78 Τρωσὶ κελεύοντος περιάγνυται , οἳ δ’ ἀλαλητῷ
16.79 πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς .
16.80 ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων
16.81 ἔμπεσ’ ἐπικρατέως , μὴ δὴ πυρὸς αἰθομένοιο
16.82 νῆας ἐνιπρήσωσι , φίλον δ’ ἀπὸ νόστον ἕλωνται .
16.83 πείθεο δ’ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω ,
16.84 ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι
16.85 πρὸς πάντων Δαναῶν , ἀτὰρ οἳ περικαλλέα κούρην
16.86 ἂψ ἀπονάσσωσιν , ποτὶ δ’ ἀγλαὰ δῶρα πόρωσιν .
16.87 ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν · εἰ δέ κεν αὖ τοι
16.88 δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης ,
16.89 μὴ σύ γ’ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν
16.90 Τρωσὶ φιλοπτολέμοισιν · ἀτιμότερον δέ με θήσεις ·
16.91 μὴ δ’ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι
16.92 Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν ,
16.93 μή τις ἀπ’ Οὐλύμποιο θεῶν αἰειγενετάων