16.32 αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς ;
16.33 νηλεές , οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς ,
16.34 οὐδὲ Θέτις μήτηρ · γλαυκὴ δέ σε τίκτε θάλασσα
16.35 πέτραι τ’ ἠλίβατοι , ὅτι τοι νόος ἐστὶν ἀπηνής .
16.36 εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις
16.37 καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ ,
16.38 ἀλλ’ ἐμέ περ πρόες ὦχ’ , ἃμα δ’ ἄλλον λαὸν ὄπασσον
16.39 Μυρμιδόνων , ἤν πού τι φόως Δαναοῖσι γένωμαι .
16.40 δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι ,
16.41 αἴ κ’ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο
16.42 Τρῶες , ἀναπνεύσωσι δ’ Ἀρήϊοι υἷες Ἀχαιῶν
16.43 τειρόμενοι · ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο .
16.44 ῥεῖα δέ κ’ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
16.45 ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων .
16.46 ὣς φάτο λισσόμενος μέγα νήπιος · γὰρ ἔμελλεν
16.47 οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι .
16.48 τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
16.49 μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες ·
16.50 οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα ,
16.51 οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ ·
16.52 ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει ,
16.53 ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι
16.54 καὶ γέρας ἂψ ἀφελέσθαι , τε κράτεϊ προβεβήκῃ ·
16.55 αἰνὸν ἄχος τό μοί ἐστιν , ἐπεὶ πάθον ἄλγεα θυμῷ .
16.56 κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν ,
16.57 δουρὶ δ’ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας ,
16.58 τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων
16.59 Ἀτρεΐδης ὡς εἴ τιν’ ἀτίμητον μετανάστην .
16.60 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν · οὐδ’ ἄρα πως ἦν