16.1 ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο ·
16.2 Πάτροκλος δ’ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν
16.3 δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος ,
16.4 τε κατ’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ .
16.5 τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς ,
16.6 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
16.7 τίπτε δεδάκρυσαι Πατρόκλεες , ἠΰτε κούρη
16.8 νηπίη , θ’ ἅμα μητρὶ θέουσ’ ἀνελέσθαι ἀνώγει
16.9 εἱανοῦ ἁπτομένη , καί τ’ ἐσσυμένην κατερύκει ,
16.10 δακρυόεσσα δέ μιν ποτιδέρκεται , ὄφρ’ ἀνέληται ·
16.11 τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις .
16.12 ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι , ἐμοὶ αὐτῷ ,
16.13 ἦέ τιν’ ἀγγελίην Φθίης ἐξέκλυες οἶος ;
16.14 ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν ,
16.15 ζώει δ’ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι ;
16.16 τῶν κε μάλ’ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων .
16.17 ἦε σύ γ’ Ἀργείων ὀλοφύρεαι , ὡς ὀλέκονται
16.18 νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς ;
16.19 ἐξαύδα , μὴ κεῦθε νόῳ , ἵνα εἴδομεν ἄμφω .
16.20 τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ ·
16.21 Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ’ Ἀχαιῶν
16.22 μὴ νεμέσα · τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς .
16.23 οἳ μὲν γὰρ δὴ πάντες , ὅσοι πάρος ἦσαν ἄριστοι ,
16.24 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε .
16.25 βέβληται μὲν Τυδεΐδης κρατερὸς Διομήδης ,
16.26 οὔτασται δ’ Ὀδυσεὺς δουρικλυτὸς ἠδ’ Ἀγαμέμνων ,
16.27 βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ .
16.28 τοὺς μέν τ’ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται
16.29 ἕλκε’ ἀκειόμενοι · σὺ δ’ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ .
16.30 μὴ ἐμέ γ’ οὖν οὗτός γε λάβοι χόλος , ὃν σὺ φυλάσσεις
16.31 αἰναρέτη · τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ