15.667 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου .
15.668 τοῖσι δ’ ἀπ’ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη
15.669 θεσπέσιον · μάλα δέ σφι φόως γένετ’ ἀμφοτέρωθεν
15.670 ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο .
15.671 Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους ,
15.672 ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο ,
15.673 ἠδ’ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν .
15.674 οὐδ’ ἄρ’ ἔτ’ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ
15.675 ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν ·
15.676 ἀλλ’ γε νηῶν ἴκρι’ ἐπῴχετο μακρὰ βιβάσθων ,
15.677 νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι
15.678 κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ .
15.679 ὡς δ’ ὅτ’ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς ,
15.680 ὅς τ’ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους ,
15.681 σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται
15.682 λαοφόρον καθ’ ὁδόν · πολέες τέ θηήσαντο
15.683 ἀνέρες ἠδὲ γυναῖκες · δ’ ἔμπεδον ἀσφαλὲς αἰεὶ
15.684 θρῴσκων ἄλλοτ’ ἐπ’ ἄλλον ἀμείβεται , οἳ δὲ πέτονται ·
15.685 ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν
15.686 φοίτα μακρὰ βιβάς , φωνὴ δέ οἱ αἰθέρ’ ἵκανεν ,
15.687 αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε
15.688 νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν . οὐδὲ μὲν Ἕκτωρ
15.689 μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων ·
15.690 ἀλλ’ ὥς τ’ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων
15.691 ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων
15.692 χηνῶν γεράνων κύκνων δουλιχοδείρων ,
15.693 ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο
15.694 ἀντίος ἀΐξας · τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε
15.695 χειρὶ μάλα μεγάλῃ , ὄτρυνε δὲ λαὸν ἅμ’ αὐτῷ .
15.696 αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη ·
15.697 φαίης κ’ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν
15.698 ἄντεσθ’ ἐν πολέμῳ , ὡς ἐσσυμένως ἐμάχοντο .