15.699 τοῖσι δὲ μαρναμένοισιν ὅδ’ ἦν νόος · ἤτοι Ἀχαιοὶ
15.700 οὐκ ἔφασαν φεύξεσθαι ὑπ’ ἐκ κακοῦ , ἀλλ’ ὀλέεσθαι ,
15.701 Τρωσὶν δ’ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου
15.702 νῆας ἐνιπρήσειν κτενέειν θ’ ἥρωας Ἀχαιούς .
15.703 οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν ·
15.704 Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο
15.705 καλῆς ὠκυάλου , Πρωτεσίλαον ἔνεικεν
15.706 ἐς Τροίην , οὐδ’ αὖτις ἀπήγαγε πατρίδα γαῖαν .
15.707 τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε
15.708 δῄουν ἀλλήλους αὐτοσχεδόν · οὐδ’ ἄρα τοί γε
15.709 τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδ’ ἔτ’ ἀκόντων ,
15.710 ἀλλ’ οἵ γ’ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες
15.711 ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο
15.712 καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι .
15.713 πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα
15.714 ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον , ἄλλα δ’ ἀπ’ ὤμων
15.715 ἀνδρῶν μαρναμένων · ῥέε δ’ αἵματι γαῖα μέλαινα .
15.716 Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει
15.717 ἄφλαστον μετὰ χερσὶν ἔχων , Τρωσὶν δὲ κέλευεν ·
15.718 οἴσετε πῦρ , ἅμα δ’ αὐτοὶ ἀολλέες ὄρνυτ’ ἀϋτήν ·
15.719 νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε
15.720 νῆας ἑλεῖν , αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι
15.721 ἡμῖν πήματα πολλὰ θέσαν , κακότητι γερόντων ,
15.722 οἵ μ’ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν
15.723 αὐτόν τ’ ἰσχανάασκον ἐρητύοντό τε λαόν ·
15.724 ἀλλ’ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς
15.725 ἡμετέρας , νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει .
15.726 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα μᾶλλον ἐπ’ Ἀργείοισιν ὄρουσαν .
15.727 Αἴας δ’ οὐκέτ’ ἔμιμνε · βιάζετο γὰρ βελέεσσιν ·
15.728 ἀλλ’ ἀνεχάζετο τυτθόν , ὀϊόμενος θανέεσθαι
15.729 θρῆνυν ἐφ’ ἑπταπόδην , λίπε δ’ ἴκρια νηὸς ἐΐσης .