15.637 θεσπεσίως ἐφόβηθεν ὑφ’ Ἕκτορι καὶ Διὶ πατρὶ
15.638 πάντες , δ’ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην ,
15.639 Κοπρῆος φίλον υἱόν , ὃς Εὐρυσθῆος ἄνακτος
15.640 ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ .
15.641 τοῦ γένετ’ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων
15.642 παντοίας ἀρετάς , ἠμὲν πόδας ἠδὲ μάχεσθαι ,
15.643 καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο ·
15.644 ὅς ῥα τόθ’ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε .
15.645 στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο ,
15.646 τὴν αὐτὸς φορέεσκε ποδηνεκέ’ ἕρκος ἀκόντων ·
15.647 τῇ γ’ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος , ἀμφὶ δὲ πήληξ
15.648 σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος .
15.649 Ἕκτωρ δ’ ὀξὺ νόησε , θέων δέ οἱ ἄγχι παρέστη ,
15.650 στήθεϊ δ’ ἐν δόρυ πῆξε , φίλων δέ μιν ἐγγὺς ἑταίρων
15.651 κτεῖν’ · οἳ δ’ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου
15.652 χραισμεῖν · αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον .
15.653 εἰσωποὶ δ’ ἐγένοντο νεῶν , περὶ δ’ ἔσχεθον ἄκραι
15.654 νῆες ὅσαι πρῶται εἰρύατο · τοὶ δ’ ἐπέχυντο .
15.655 Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ
15.656 τῶν πρωτέων , αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν
15.657 ἁθρόοι , οὐδὲ κέδασθεν ἀνὰ στρατόν · ἴσχε γὰρ αἰδὼς
15.658 καὶ δέος · ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι .
15.659 Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
15.660 λίσσεθ’ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον ·
15.661 φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθ’ ἐνὶ θυμῷ
15.662 ἄλλων ἀνθρώπων , ἐπὶ δὲ μνήσασθε ἕκαστος
15.663 παίδων ἠδ’ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων ,
15.664 ἠμὲν ὅτεῳ ζώουσι καὶ κατατεθνήκασι ·
15.665 τῶν ὕπερ ἐνθάδ’ ἐγὼ γουνάζομαι οὐ παρεόντων
15.666 ἑστάμεναι κρατερῶς , μὴ δὲ τρωπᾶσθε φόβον δέ .