15.607 ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο , τὼ δέ οἱ ὄσσε
15.608 λαμπέσθην βλοσυρῇσιν ὑπ’ ὀφρύσιν , ἀμφὶ δὲ πήληξ
15.609 σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο
15.610 Ἕκτορος · αὐτὸς γάρ οἱ ἀπ’ αἰθέρος ἦεν ἀμύντωρ
15.611 Ζεύς , ὅς μιν πλεόνεσσι μετ’ ἀνδράσι μοῦνον ἐόντα
15.612 τίμα καὶ κύδαινε . μινυνθάδιος γὰρ ἔμελλεν
15.613 ἔσσεσθ’ · ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ
15.614 Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν .
15.615 καί ῥ’ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων ,
15.616 δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχε’ ἄριστα ·
15.617 ἀλλ’ οὐδ’ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων ·
15.618 ἴσχον γὰρ πυργηδὸν ἀρηρότες , ἠΰτε πέτρη
15.619 ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα ,
15.620 τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
15.621 κύματά τε τροφόεντα , τά τε προσερεύγεται αὐτήν ·
15.622 ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο .
15.623 αὐτὰρ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορ’ ὁμίλῳ ,
15.624 ἐν δ’ ἔπεσ’ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι
15.625 λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές · δέ τε πᾶσα
15.626 ἄχνῃ ὑπεκρύφθη , ἀνέμοιο δὲ δεινὸς ἀήτη
15.627 ἱστίῳ ἐμβρέμεται , τρομέουσι δέ τε φρένα ναῦται
15.628 δειδιότες · τυτθὸν γὰρ ὑπ’ ἐκ θανάτοιο φέρονται ·
15.629 ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν .
15.630 αὐτὰρ γ’ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών ,
15.631 αἵ ῥά τ’ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται
15.632 μυρίαι , ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς
15.633 θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν ·
15.634 ἤτοι μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν
15.635 αἰὲν ὁμοστιχάει , δέ τ’ ἐν μέσσῃσιν ὀρούσας
15.636 βοῦν ἔδει , αἳ δέ τε πᾶσαι ὑπέτρεσαν · ὣς τότ’ Ἀχαιοὶ